Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 4.13.1 | Hdt. 4.14.3 (English) | >>Hdt. 4.16.1 |
4.14.1
καὶ ὅθεν μὲν ἦν Ἀριστέης ὁ ταῦτα εἴπας , εἴρηκα , τὸν δὲ περὶ αὐτοῦ ἤκουον λόγον ἐν Προκοννήσῳ καί Κυζίκῳ , λέξω . Ἀριστέην γὰρ λέγουσι , ἐόντα τῶν ἀστῶν οὐδενὸς γένος ὑποδεέστερον , ἐσελθόντα ἐς κναφήιον ἐν Προκοννήσῳ ἀποθανεῖν , καὶ τόν κναφέα κατακληίσαντα τὸ ἐργαστήριον οἴχεσθαι ἀγγελέοντα τοῖσι προσήκουσι τῷ νεκρῷ .
4.14.2 ἐσκεδασμένου δὲ ἤδη τοῦ λόγου ἀνὰ τὴν πόλιν ὡς τεθνεώς εἴη ὁ Ἀριστέης , ἐς ἀμφισβασίας τοῖσι λέγουσι ἀπικνέεσθαι ἄνδρα Κυζικηνὸν ἥκοντα ἐξ Ἀρτάκης πόλιος , φάντα συντυχεῖν τε οἱ ἰόντι ἐπὶ Κυζίκου καὶ ἐς λόγους ἀπικέσθαι . καὶ τοῦτον μὲν ἐντεταμένως ἀμφισβατέειν , τοὺς δὲ προσήκοντας τῷ νεκρῷ ἐπὶ τὸ κναφήιον παρεῖναι ἔχοντας τὰ πρόσφορα ὡς ἀναιρησομένους ·
4.14.3 ἀνοιχθέντος δὲ τοῦ οἰκήματος οὔτε τεθνεῶτα οὔτε ζῶντα φαίνεσθαι Ἀριστέην . μετὰ δὲ ἑβδόμῳ ἔτει φανέντα αὐτὸν ἐς Προκόννησον ποιῆσαι τὰ ἔπεα ταῦτα τὰ νῦν ὑπʼ Ἑλλήνων Ἀριμάσπεα καλέεται , ποιήσαντα δὲ ἀφανισθῆναι τὸ δεύτερον .
ch. 15
4.15.1
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 4.13.1 | Hdt. 4.14.3 (English) | >>Hdt. 4.16.1 |